1 Peter 4

1Χριστοῦ οὖν
 παθόντος = WH Treg NA/NIV: || παθόντος ὑπὲρ ἡμῶν = RP
παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι
 παθὼν = WH Treg NA/NIV: || παθὼν ἐν = RP
παθὼν σαρκὶ πέπαυται
 ἁμαρτίας = Treg NA/NIV RP: || ἁμαρτίαις = WH
ἁμαρτίας,
2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3ἀρκετὸς
 γὰρ = WH Treg NA/NIV: || γὰρ ἡμῖν = RP
γὰρ παρεληλυθὼς
 χρόνος = WH Treg NA/NIV: || χρόνος τοῦ βίου = RP
χρόνος τὸ
 βούλημα = WH Treg NA/NIV: || θέλημα = RP
βούλημα τῶν ἐθνῶν
 κατειργάσθαι = WH Treg NA/NIV: || κατεργάσασθαι = RP
κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
4ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως
 ἔχοντι κρῖναι = Treg NA/NIV RP: || κρίνοντι = WH
ἔχοντι κρῖναι ⸃ ζῶντας καὶ νεκρούς·
6εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.

7Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε
 εἰς = WH Treg NA/NIV: || εἰς τὰς = RP
εἰς προσευχάς·
8πρὸ
 πάντων = WH Treg NA/NIV: || πάντων δὲ = RP
πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη
 καλύπτει = WH Treg NA/NIV: || καλύψει = RP
καλύπτει πλῆθος ἁμαρτιῶν·
9φιλόξενοι εἰς ἀλλήλους ἄνευ
 γογγυσμοῦ = WH Treg NA/NIV: || γογγυσμῶν = RP
γογγυσμοῦ·
10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος
 ἧς = WH Treg NA/NIV: || ὡς = RP
ἧς χορηγεῖ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς
 ἀναπαύεται = WH Treg NA/NIV: || ἀναπαύεται κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται = RP
ἀναπαύεται.
15μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος· 16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ
 ὀνόματι = WH Treg NA/NIV: || μέρει = RP
ὀνόματι τούτῳ.
17ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18καὶ εἰ δίκαιος μόλις σῴζεται,
 ὁ = Treg NA/NIV RP: || ὁ δὲ = WH
ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ
 θεοῦ = WH Treg NA/NIV: || θεοῦ ὡς = RP
θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς
 αὐτῶν = Treg NA/NIV RP: || [omit] = WH
αὐτῶν ἐν ἀγαθοποιΐᾳ.



Copyright information for SBLG